Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.252 Joseph. AJ 12.256 (English) >>Joseph. AJ 12.260

12.254ἐκέλευσε δὲ καὶ μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, κολάσειν ἀπειλήσας εἴ τις παρὰ ταῦτα ποιῶν εὑρεθείη. κατέστησε δὲ καὶ ἐπισκόπους, οἳ προσαναγκάσουσιν αὐτοὺς τὰ ἐπεσταλμένα ποιεῖν. 12.255καὶ πολλοὶ μὲν τῶν Ἰουδαίων οἱ μὲν ἑκοντὶ οἱ δὲ καὶ διʼ εὐλάβειαν τῆς ἐπηγγελμένης τιμωρίας κατηκολούθουν οἷς βασιλεὺς διετέτακτο, οἱ δὲ δοκιμώτατοι καὶ τὰς ψυχὰς εὐγενεῖς οὐκ ἐφρόντισαν αὐτοῦ, τῶν δὲ πατρίων ἐθῶν πλείονα λόγον ἔσχον τῆς τιμωρίας, ἣν οὐ πειθομένοις ἠπείλησεν αὐτοῖς, καὶ διὰ τοῦτο κατὰ πᾶσαν ἡμέραν αἰκιζόμενοι καὶ πικρὰς βασάνους ὑπομένοντες ἀπέθνησκον. 12.256καὶ γὰρ μαστιγούμενοι καὶ τὰ σώματα λυμαινόμενοι ζῶντες ἔτι καὶ ἐμπνέοντες ἀνεσταυροῦντο, τὰς δὲ γυναῖκας καὶ τοὺς παῖδας αὐτῶν, οὓς περιέτεμνον παρὰ τὴν τοῦ βασιλέως προαίρεσιν, ἀπῆγχον ἐκ τῶν τραχήλων αὐτοὺς τῶν ἀνεσταυρωμένων γονέων ἀπαρτῶντες. ἠφανίζετο δʼ εἴ που βίβλος εὑρεθείη ἱερὰ καὶ νόμος, καὶ παρʼ οἷς εὑρέθη καὶ αὐτοὶ κακοὶ κακῶς ἀπώλλυντο. 12.257

Ταῦτα βλέποντες οἱ Σαμαρεῖται πάσχοντας τοὺς Ἰουδαίους οὐκέθʼ ὡμολόγουν αὑτοὺς εἶναι συγγενεῖς αὐτῶν οὐδὲ τὸν ἐν Γαριζεὶν ναὸν τοῦ μεγίστου θεοῦ, τῇ φύσει ποιοῦντες ἀκόλουθα, ἣν δεδηλώκαμεν, καὶ λέγοντες αὑτοὺς Μήδων ἀποίκους καὶ Περσῶν· καὶ γάρ εἰσιν τούτων ἄποικοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.252 Joseph. AJ 12.256 (English) >>Joseph. AJ 12.260

Powered by PhiloLogic